Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 4.600 Joseph. BJ 4.608 (English) >>Joseph. BJ 4.614

4.605

Προτρεπομένων δʼ αὐτὸν ἤδη Μουκιανοῦ τε καὶ τῶν ἄλλων ἡγεμόνων ὡς αὐτοκράτορα καὶ τῆς ἄλλης στρατιᾶς ἄγειν ἐπὶ πᾶν τὸ ἀντίπαλον, δὲ πρῶτον τῶν ἐπʼ Ἀλεξανδρείας εἴχετο πραγμάτων, εἰδὼς πλεῖστον τῆς ἡγεμονίας μέρος τὴν Αἴγυπτον οὖσαν διὰ τὴν τοῦ σίτου χορηγίαν, 4.606ἧς κρατήσας εἰ παρέλκοι καὶ βίᾳ καθαιρήσειν ἤλπιζεν Οὐιτέλλιον, οὐ γὰρ ἀνέξεσθαι πείνης ἐπὶ Ῥώμης τὸ πλῆθος, τὰ δύο τε ἐπὶ τῆς Ἀλεξανδρείας τάγματα προσποιήσασθαι βουλόμενος. 4.607ἐνεθυμεῖτο δὲ καὶ πρόβλημα τὴν

-- --

χώραν ἔχειν τῶν ἀπὸ τῆς τύχης ἀδήλων· ἔστι γὰρ κατά τε γῆν δυσέμβολος καὶ τὰ πρὸς θαλάσσης ἀλίμενος, 4.608κατὰ μὲν ἑσπέραν προβεβλημένη τὰ ἄνυδρα τῆς Λιβύης, κατὰ δὲ μεσημβρίαν τὴν διορίζουσαν ἀπὸ Αἰθιόπων τὴν Συήνην καὶ τοὺς ἀπλώτους τοῦ ποταμοῦ καταράκτας, ἀπὸ δὲ τῆς ἀνατολῆς τὴν ἐρυθρὰν θάλασσαν ἀναχεομένην μέχρι Κοπτοῦ. 4.609βόρειον δὲ τεῖχος αὐτῇ τε μέχρι Συρίας γῆ καὶ τὸ καλούμενον Αἰγύπτιον πέλαγος, πᾶν ἄπορον ὅρμων. 4.610τετείχισται μὲν οὕτως Αἴγυπτος πάντοθεν· τὸ μεταξὺ δὲ Πηλουσίου καὶ Συήνης μῆκος αὐτῆς σταδίων δισχιλίων, τε ἀπὸ τῆς Πλινθίνης ἀνάπλους εἰς τὸ Πηλούσιον σταδίων τρισχιλίων ἑξακοσίων. 4.611 δὲ Νεῖλος ἀναπλεῖται μέχρι τῆς Ἐλεφάντων καλουμένης πόλεως, ὑπὲρ ἣν εἴργουσι προσωτέρω χωρεῖν οὓς προειρήκαμεν καταράκτας.



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 4.600 Joseph. BJ 4.608 (English) >>Joseph. BJ 4.614

Powered by PhiloLogic